Add parallel Print Page Options

Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.

Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.

Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ [a]ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.

Ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ [b]μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι [c]σκύβαλα ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, 10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ [d]κοινωνίαν παθημάτων αὐτοῦ, [e]συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ, 11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν [f]τὴν ἐκ νεκρῶν.

12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ [g]Χριστοῦ. 13 ἀδελφοί, ἐγὼ ἐμαυτὸν [h]οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14 κατὰ σκοπὸν διώκω [i]εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:6 ζῆλος WH Treg NIV ] ζῆλον RP
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:8 μενοῦνγε WH NIV ] μέν οὖν Treg RP
  3. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:8 σκύβαλα WH Treg NIV ] + εἶναι RP
  4. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:10 κοινωνίαν WH Treg ] τὴν κοινωνίαν τῶν NIV RP
  5. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:10 συμμορφιζόμενος WH Treg NIV ] συμμορφούμενος RP
  6. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:11 τὴν ἐκ WH Treg NIV ] τῶν RP
  7. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:12 Χριστοῦ Treg ] Χριστοῦ Ἰησοῦ WH NIV; τοῦ Χριστοῦ Ἰησοῦ RP
  8. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:13 οὐ Treg RP NA ] οὔπω WH NIV
  9. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:14 εἰς WH Treg NIV ] ἐπὶ RP